Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.350 Joseph. AJ 19.357 (English) >>Joseph. AJ 19.362

19.354

Ἀγρίππας μὲν οὖν βασιλεὺς τρόπῳ τοιούτῳ κατέστρεψεν τὸν βίον, γένει δὲ αὐτῷ κατελέλειπτο υἱὸς μὲν Ἀγρίππας ἄγων ἔτος ἑπτακαιδέκατον, τρεῖς δὲ θυγατέρες, ὧν μὲν Ἡρώδῃ τοῦ πατρὸς ἀδελφῷ γεγάμητο Βερενίκη τὸ ἑκκαιδέκατον ἔτος γεγονυῖα, παρθένοι δʼ ἦσαν αἱ δύο Μαριάμμη τε καὶ Δρούσιλλα, δεκαετὴς μὲν ἑτέρα, ἑξαετὴς δὲ Δρούσιλλα· 19.355καθωμολόγηντο δʼ ὑπὸ τοῦ πατρὸς πρὸς γάμον Ἰουλίῳ μὲν Ἀρχελάῳ τοῦ Χελκίου παιδὶ Μαριάμμη, Δρούσιλλα δὲ Ἐπιφανεῖ, τοῦ δὲ τῆς Κομμαγηνῆς βασιλέως Ἀντιόχου υἱὸς ἦν οὗτος. 19.356ἀλλὰ γὰρ ὅτε ἐγνώσθη τὸν βίον ἐκλιπὼν Ἀγρίππας, Καισαρεῖς καὶ Σεβαστηνοὶ τῶν εὐποιιῶν αὐτοῦ λαθόμενοι τὰ τῶν δυσμενεστάτων ἐποίησαν· 19.357βλασφημίας τε γὰρ ἀπερρίπτουν εἰς τὸν κατοιχόμενον ἀπρεπεῖς λέγεσθαι καὶ ὅσοι στρατευόμενοι τότε ἔτυχον, συχνοὶ δʼ ἦσαν, οἴκαδε ἀπῆλθον καὶ τοὺς ἀνδριάντας τῶν τοῦ βασιλέως θυγατέρων ἁρπάσαντες ὁμοθυμαδὸν ἐκόμισαν εἰς τὰ πορνεῖα καὶ στήσαντες ἐπὶ τῶν τεγῶν ὡς δυνατὸν ἦν ἀφύβριζον ἀσχημονέστερα διηγήσεως δρῶντες, 19.358ἐπί τε τοῖς δημοσίοις κατακλινόμενοι τόποις πανδήμους ἑστιάσεις ἐπετέλουν στεφανούμενοι καὶ μυριζόμενοι καὶ σπένδοντες τῷ Χάρωνι προπόσεις τῆς τοῦ βασιλέως ἐκπνοῆς ἀλλήλοις ἀνταποδιδόντες. 19.359ἀμνήμονες δʼ ἦσαν οὐκ Ἀγρίππα μόνον χρησαμένου πολλαῖς εἰς αὐτοὺς φιλοτιμίαις, καὶ τοῦ πάππου δὲ Ἡρώδου· τὰς πόλεις ἐκεῖνος αὐτοῖς ἔκτισεν λιμένας τε καὶ ναοὺς κατεσκεύασεν λαμπροῖς δαπανήμασιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.350 Joseph. AJ 19.357 (English) >>Joseph. AJ 19.362

Powered by PhiloLogic